Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.56.1 | Hdt. 6.57.4 (English) | >>Hdt. 6.58.3 |
6.57.2 νεομηνίας δὲ πάσας καὶ ἑβδόμας ἱσταμένου τοῦ μηνὸς δίδοσθαι ἐκ τοῦ δημοσίου ἱρήιον τέλεον ἑκατέρῳ ἐς Ἀπόλλωνος καὶ μέδιμνον ἀλφίτων καὶ οἴνου τετάρτην Λακωνικήν , καὶ ἐν τοῖσι ἀγῶσι πᾶσι προεδρίας ἐξαιρέτους . καὶ προξείνους ἀποδεικνύναι τούτοισι προσκεῖσθαι τοὺς ἂν ἐθέλωσι τῶν ἀστῶν , καὶ Πυθίους αἱρέεσθαι δύο ἑκάτερον . οἱ δὲ Πύθιοι εἰσὶ θεοπρόποι ἐς Δελφούς , σιτεόμενοι μετὰ τῶν βασιλέων τὰ δημόσια .
6.57.3 μὴ ἐλθοῦσι δὲ τοῖσι βασιλεῦσι ἐπὶ τὸ δεῖπνον ἀποπέμπεσθαί σφι ἐς τὰ οἰκία ἀλφίτων τε δύο χοίνικας ἑκατέρῳ καὶ οἴνου κοτύλην , παρεοῦσι δὲ διπλήσια πάντα δίδοσθαι · τὠυτὸ δὲ τοῦτο καὶ πρὸς ἰδιωτέων κληθέντας ἐπὶ δεῖπνον τιμᾶσθαι .
6.57.4 τὰς δὲ μαντηίας τὰς γινομένας τούτους φυλάσσειν , συνειδέναι δὲ καὶ τοὺς Πυθίους . δικάζειν δὲ μούνους τοὺς βασιλέας τοσάδε μοῦνα , πατρούχου τε παρθένου πέρι , ἐς τὸν ἱκνέεται ἔχειν , ἢν μή περ ὁ πατὴρ αὐτὴν ἐγγυήσῃ , καὶ ὁδῶν δημοσιέων πέρι ·
6.57.5 καὶ ἤν τις θετὸν παῖδα ποιέεσθαι ἐθέλῃ , βασιλέων ἐναντίον ποιέεσθαι . καὶ παρίζειν βουλεύουσι τοῖσι γέρουσι ἐοῦσι δυῶν δέουσι τριήκοντα · ἢν δὲ μὴ ἔλθωσι , τοὺς μάλιστά σφι τῶν γερόντων προσήκοντας ἔχειν τὰ τῶν βασιλέων γέρεα , δύο ψήφους τιθεμένους , τρίτην δὲ τὴν ἑωυτῶν .
ch. 58
6.58.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.56.1 | Hdt. 6.57.4 (English) | >>Hdt. 6.58.3 |